ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΕΥΧΗ ἤτοι ΕΞΟΡΚΙΣΜΟΣ ἐπὶ πασχόντων ὑπό Δαιμόνων καὶ ἐπὶ πάσαν ἀσθένειαν.
Οἱ
εὐχὲς αὐτὲς διαβάζονται μόνον ἀπὸ τὸν ἱερέα, δηλ. ἀπὸ ἐκεῖνον ποὺ ἔχει
κανονικὴ καὶ ἀκώλυτο ἱερωσύνη. Οἱ ἐξορκισμοὶ ποτὲ δὲν διαβάζονται ἀπὸ
λαϊκούς, ἀπὸ δῆθεν «χαρισματικὲς» γυναῖκες ἤ «καλοκάγαθους» παπποῦδες.
Τὸ
παρὸν ἐγένετο ἐπὶ τῇ βάσει τοῦ ἐν τῷ Μικρῷ Εὐχολογίῳ τῆς Ἀνατολικῆς
Ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας κειμένου, κατὰ τὴν ἔκδοσιν τῆς
Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
Τοῦ Κυρίου δεηθῶμεν.
Ἐξορκίζω σὲ τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργόν τῆς πονηρίας.
Ἐξορκίζω
σε τὸν ἐκρίφθεντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότω βυθοῦ κατενεχθέντα
διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε, καὶ πάσαν τὴν ἐκπεσοῦσαν δύναμιν, τῆς σῆς
ἀκόλουθον προαιρέσεως. Ὀρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ
Σαβαώθ, καὶ πάσης στρατιὰς Ἀγγέλων Θεοῦ, Ἀδωναῒ, Ἐλωῒ, Θεοῦ
παντοκράτορος, ἔξελθε καὶ ἀπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε).
Ἐξορκίζω
σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγω κτίσαντος, καὶ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ
Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀρρήτως καὶ
ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος- τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν
δημιουργήσαντος, καὶ τοῦ κατ’εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος-
τοῦ νόμω πρότερον φυσικῶς τοῦτον παιδαγωγήσαντος- καὶ Ἀγγέλων ἐπιστασία
φυλάξαντος- τοῦ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς
ὑπ’οὐρανόν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας
καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων
καὶ Γομόρρων πυρί καὶ θείω τεφρώσαντος, οὐ μάρτυς καπνός, ἀκοίμητος
ἐξατμίζεται· τοῦ ράβδω πέλαγος ρήξαντος, καὶ λαὸν ἁβρόχοις πόσι
περάσαντος, καὶ τύραννον Φαραώ, καὶ στρατὸν θεομάχον, εἰς ἀΙώνα τοῖς
κύμασι κατακλύσαντος τῆς ἀσεβείας πόλεμον· τοῦ ἐπ’ ἐσχάτων ἐκ Παρθένου
ἀγνῆς σαρκωθέντος ἀνεκλαλήτως, καὶ σώας τὰς σφραγίδας τῆς ἀγνείας
φυλάξαντος· τοῦ πλύναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ρύπον εὐδοκήσαντος,
ὃν ἠμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.
Ἐξορκίζω
σε, κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνη, καὶ τύπον ἠμῖν ἀφθαρσίας ἐν ὕδατι
κατὰ χάριν παρεχομένου, ὃν Ἄγγελοι καὶ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν
κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος
Πατὴρ τὴν ἄναρχον γέννησιν τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ Ἁγίου Πνεύματος ἡ
κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτυρησεν.
Ὀρκίζω
σε, κατ’ ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης
πραῢναντος· τοῦ στίφη δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων, ἀπό
μήτρας λειποῦσας, πηλό τυφλοῖς ἀναβλέψαι ἀναρμόσαντος, καὶ τὴν ἀρχαίαν
τοῦ γένους ἠμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τό λαλεῖν
ἀνορθώσαντος· τοῦ στίγματα λέπρας ἀποσμήξαντος καὶ νεκροὺς ἐκ τῶν τάφων
ἀναστήσαντος· τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν Ἄδην
ἐγέρσει σκυλεύσαντος, καὶ πάσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ
κατασκευάσαντος.
Ὁρκίζω
σε, κατὰ Θεοῦ τοῦ Παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνὴ τοὺς ἀνθρώπους
ἐμπνεύσαντος, καὶ τοῖς Ἀποστόλοις συμπράξαντος, καὶ πάσαν τὴν οἰκουμένην
εὐσεβείας πληρώσαντος.
Φοβήθητι,
φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἐναγές,
καταχθόνιον, βύθιον, ἀπατηλόν, ἄμορφον, θεατὸν δι’ ἀναίδειαν, ἀθέατον
διὰ τὴν ὑπόκρισιν, ὁπού ἂν τυγχάνης ἢ ἀπέρχη, ἢ αὐτὸς εἰ ὁ Βεελζεβούλ, ἢ
κατασείων, ἢ δρακοντοειδής, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμίς, ἢ ὡς καπνὸς
φαινόμενος, ἢ ὡς ἀρσεν, ἢ ὡς θῆλυ, ἢ ὡς ἐρπετόν, ἢ ὡς πετεινόν, ἢ
νυκτολάλον, ἢ κωφόν, ἢ ἄλαλον· ἢ ἐκφοβούν ἐξ ἐπιδρομῆς, ἢ σπαρᾶσσον, ἢ
ἐπιβουλεύον, ἢ ἐν ὕπνω βαρεί, ἢ ἐν νόσω, ἢ ἐν μαλακία, ἢ ἐν γέλωτι
ρέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικόν,
ἢ ἡδονικόν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανές, ἢ ἀστρομαγικόν, ἢ
ἐνοικηματικόν, ἢ ἀναιδές, ἢ φιλόνεικον, ἢ ἀκατάστατον· ἢ τῇ σελήνη
συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον· ἢ ὀρθρινόν, ἢ μεσημβρινόν, ἢ
μεσονυκτικόν, ἢ ἀωρίας τινος, ἢ αὐγῆς· ἢ αὐτομάτως συνήντησας, ἢ
ἐπέμφθης ὑπὸ τινός, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσση, ἢ ἐν ποταμῷ, ἢ
ὑπὸ γῆς, ἢ φρέατος, ἢ ἐκ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ
ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ
ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρα ὑδάτων, ἢ ἐκ
μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν καὶ οὐκ ἴσμεν, ἢ γνωστόν, ἢ ἄγνωστον,
καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἁπαλλάγηθι.
Αἰσχύνθητι
τὴν εἰκόνα, τὴν χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ
σαρκωθέντος Θεοῦ τὸ ὀμοίωμα, καὶ μὴ ἐγκρυβῆς εἰς τὸν δοῦλον τοῦ Θεοῦ
(τόνδε), ἀλλά ράβδος σιδηρᾶ, καὶ κάμινος πυρός, καὶ τάρταρος, καὶ
ὀδόντων βρυγμός, ἄμυνα τῆς παρακοῆς σὲ περιμένει. Φοβήθητι, φιμώθητι,
φύγε· μὴ ὑποστρέψης, μὴ ὑποκρύβης, μεθ’ ἐτέρας πονηρίας πνευμάτων
ἀκαθάρτων, ἀλλά ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος
οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τούς βασκαίνοντας,
καὶ ἐπιβουλεύοντας τῇ αὑτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς
μακρὰν νύκτα καὶ ἡμέραν σε πάντων τῶν κακῶν πεπειραμένον καὶ ἐφευρέτην
διάβολον· ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Προσευχή Αγίου Κυπριανού – Διαλύουσα τα Μάγια
Δέσποτα Κύριε Ιησού Χριστέ ο Θεός ημών ο κρατών καί κυβερνών τά πάντα, Άγιος καί δεδοξασμένος υπάρχεις. Διό
Βασιλεύ τών Βασιλευόντων καί Κύριε τών Κυριευόντων δόξα σοί. Ο
καθήμενος εν τώ φωτί τώ απείρω καί απροσίτω βροτοίς, όπερ είδον δυνάμεις
χιλιάδες καί μυριάδες Αγίων Αγγέλων καί Αρχαγγέλων. Σύ γιγνώσκεις τά
κρύφια του ταπεινού δούλου σου Κυπριανού. Ότι ουκ εγίγνωσκον πρότερoν τά
σά θαυμάσια Κύριε παντοδύναμε. Σύ ει μόνος Κύριος Ιησούς Χριστός ο Θεός
ημών.
Ο ευδοκήσας εξ αναξίου γενέσθαι μέ άξιον καί συζησάμενος τώ
εν σοί πόθω καί αγάπη πρός ακοήν τών Αγίων σου Αποστόλων καί
Ιερομαρτύρων καί πάντων σου τών Αγίων.
Παρακαλώ δέ τήν σήν φιλανθρωπίαν, ίνα όπου επλεόνασεν η αμαρτία υπερπερισσεύη η χάρις σου Κύριε, ότι εκράτουν τά νέφη καί ουκ έβρεχον, έδενον τήν γήν καί ουκ έδιδε τούς καρπούς αυτής. Τάς αμπέλους καί ουκ εβλάστανον, τά ποίμνια τών προβάτων καί ουκ εποίουν γάλα, τά αιγίδια καί ουκ εγέννων, τούς άνδρας καί ουκ εσμίγοντο μετά τών γυναικών αυτών, τάς μητέρας καί ουκ ετεκνοποίουν, τά πλοία καί ουκ επλέον, τά εργαστήρια καί ουκ ειργάζοντο, τούς αλιείς καί ούχ ηλίευον, τούς κήπους καί ουκ εποίουν λάχανα, τά δένδρα καί ουκ εκαρποφόρουν, τούς ποταμούς καί ουκ έτρεχον, τούς μύλους καί ουκ εγύριζον, τούς αδελφούς καί ανδρόγυνα εις αφιλίωτον έχθραν έφερον καί τούς διεχώριζον, εποίουν τό θέρος χειμώνα καί τόν χειμώνα θέρος, ταύτα πάντα ειργαζόμην φαντασία τελεία.
Παρακαλώ δέ τήν σήν φιλανθρωπίαν, ίνα όπου επλεόνασεν η αμαρτία υπερπερισσεύη η χάρις σου Κύριε, ότι εκράτουν τά νέφη καί ουκ έβρεχον, έδενον τήν γήν καί ουκ έδιδε τούς καρπούς αυτής. Τάς αμπέλους καί ουκ εβλάστανον, τά ποίμνια τών προβάτων καί ουκ εποίουν γάλα, τά αιγίδια καί ουκ εγέννων, τούς άνδρας καί ουκ εσμίγοντο μετά τών γυναικών αυτών, τάς μητέρας καί ουκ ετεκνοποίουν, τά πλοία καί ουκ επλέον, τά εργαστήρια καί ουκ ειργάζοντο, τούς αλιείς καί ούχ ηλίευον, τούς κήπους καί ουκ εποίουν λάχανα, τά δένδρα καί ουκ εκαρποφόρουν, τούς ποταμούς καί ουκ έτρεχον, τούς μύλους καί ουκ εγύριζον, τούς αδελφούς καί ανδρόγυνα εις αφιλίωτον έχθραν έφερον καί τούς διεχώριζον, εποίουν τό θέρος χειμώνα καί τόν χειμώνα θέρος, ταύτα πάντα ειργαζόμην φαντασία τελεία.
Άρτι δέ Κύριε ο Θεός ημών ικετεύω σέ καί παρακαλώ, ίνα διά τής εμής
προσευχής ενώπιόν Σου Θεέ καί Κύριέ του Ελέους ως Θυσία ευπρόσδεκτος
γενέσθω σοί. Καί πάς άνθρωπος έχων πνεύμα πονηρίας καθαρισθή όλως. Ή
άγρος ή κήπος ή κτήμα ή μύλος ή πλοίον ή αλιεύς ή μελίσσιον ή έμπορος ή
επιστήμων ή άρχων ή αρχόμενος ή τεχνίτης ή μεταξοσκώληξ ή καί ο δούλος
τού Θεού (όνομα πάσχοντος) σύν παντί τών οίκω αυτού. Άν είναι δεδεμένος
μέ μαγείας καί πονηρά έργα ή γοητείας ή από 72 γλωσσοφαγιών εστίν
εμποδισμένος καί μαγευμένος καί εγκλείη 365 λόγια της Μαγείας
άτινα έρχονται πρός βλάβην καί κατανάλωσιν τού δούλου τού Θεού (όνομα
πάσχοντος) σύν παντί τώ οίκω αυτού.
Παρευθύς όπου αναγνωσθή η παρούσα ικετήριος δέησις καί προσευχή μου
ενώπιόν της Σής χάριτος τού Θεού ελευθερωθή πάς ο κόσμος καί τόπος εκ
πάσης οργής τέ καί ασθενείας καί εκ παντός δεσμού καί μαγείας καί πάσης
φαρμακείας καί γοητείας, πάσης βασκανίας καί καταλαλιάς, γλωσσοφαγιάς,
αμελείας ή νωθρότητος, ακρατείας, αφροσύνης, αδυναμίας καί
απογνώσεως πάσης αδικίας καί πάσης πλάνης ή απάτης, ή εμποδίου
προερχομένων υπό τού διαβόλου ομοίως καί ο δούλος τού Θεού (όνομα
πάσχοντος) σύν παντί τώ οίκω αυτού. Καί έστω λελυμένος καί λελυτρωμένος εν τώ ονόματι τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος. Αμήν.
Καί είτε εν τώ ουρανώ εισίν αί μαγείαι καί τά φαρμακεύματα εκείνα ή
εν τή γή ή εν τή θαλάσση ή εν παντί τόπω καί εδάφει ευθύς τή ώρα ταύτη
λυθήσονται καί καταργηθήσονται από τού δούλου τού Θεού (όνομα πάσχοντος)
καί από παντός του οίκου αυτού καί ελευθερωθήσεται ο δούλος τού Θεού
(όνομα πάσχοντος) καί πάς ο οίκος αυτού από πάσης ώρας πονηράς καί
γοητείας ή οφθαλμών πονηρών ή φθόνου ή καταλαλιάς ή γλωσσοφαγιάς ή μαγείας ή φαρμακείας ή κατάρας ή αναθέματος ή αφορισμού καί πάσης βλασφημίας ή ενεργείας του.
Ευθέως αναχωρήσατε από τού δούλου τού Θεού (όνομα πάσχοντος) πάσα η
επήρεια τού πονηρού επί τή επικλήσει τού Παναγίου σου ονόματος τού
Πατρός καί τού μονογενούς Υιού καί τού Αγαθού καί Ζωοποιού Πνεύματος καί
διά τής προσευχής εμού τού ταπεινού καί ευλαβούς δούλου σου Κυπριανού
φεύξονται οι δαίμονες, δραπετευθήσονται καί καταργηθήσονται αί πονηρίαι
αυτών, καί τά νέφη δώσωσιν υετόν επί πάσαν τήν γήν, καί η γή δώση τά
γενήματα αυτής εις τόν καιρόν αυτών, καί τά δένδρα καρποφορήσωσι, καί οι αμπελώνες ευφορήσωσι πλήθος βοτρύων, καί αί γυναίκες λυθήσωνται καί ελευθερωθήσωνται από τού κάκου τών μητρών αυτών.
Ομοίως καί τά κτήνη τών ποιμένων καί πάς ο κόσμος, άρχων, ή
αρχόμενος, ή κήπος, ή μελισσουργός, ή μετάξουργος καί πάσα η κτήσις
λυθήσεται από παντός δεσμού καί δαίμονος. Ομοίως καί ο δούλος τού Θεού
(όνομα πάσχοντος), σύν παντί τώ οίκω αυτού καί τοίς πράγμασιν αυτού, καί
έστω ελεύθερος καί λελυτρωμένος από πάσης ασθενείας καί ώρας κακής καί
παντός δαίμονος καί αντικειμένης δυνάμεως δεόμεθά σου, ίνα λυθώσι καί
αφανισθώσι τά πονηρά έργα διά τής επικλήσεως τού Παναγίου Πνεύματος τού
Θεού Σαβαώθ.
Καί ει εν τώ Ουρανώ έστι δεδεμένος καί εμποδισμένος ο δούλος τού Θεού
(όνομα πάσχοντος) λυθήτω, ή εν τή γή, ή εν ανωφλίω λυθήτω, ή εν
κατωφλίω, ή εν δέρματι αλόγου, ή εν σιδήρω, ή εν λίθω, ή εν ξύλω
εκάρφωσαν τά πονηρά έργα λυθήτωσαν καί ωσεί καπνός εκλιπέτωσαν, ή εν
γραμματίω διά μελένης, ή αίματος ανθρώπου, ζώου, πτηνού, ιχθύος, ή διά
μολύβδου, ή διά κινναβάρεως, ή διά ζωμού λεμονιού, ή δί’ άλλου τινός
έγραψαν αυτά καί έθηκαν εν τινι τόπω καί διεσκέλισεν αυτά ο δούλος τού
Θεού (όνομα πάσχοντος) πρός βλάβην αυτού τή ώρα ταύτη λυθήτωσαν καί
καταργηθήτωσαν καί εκριζωθήτωσαν τά τής μαγείας έργα από τούς τόπους καί
κατοικίας εκεί όπου αναγινώσκεται η δέησίς μου καί προσευχή αύτη, ή εν
αυλαίς τού οίκου αυτού κατέχωσαν, ή διέσπειραν αυτά, ή μετάλλου τινός εποίησαν τά κομβοδέματα εκείνα λυθήτωσαν, ή εις κόκκαλα διεπέρασαν αυτά, ή εν τή θαλάσση, ή εν φρέατι,
ή εν μνήματι ερρίφθησαν λυθήτωσαν, ή μέ όνυχας ανθρώπων, ζώων, ή πτηνών
ζώντων ή τεθνεώτων, ή μέ χώμα τεθνεώτων εποίησαν τά φάρμακα εκείνα
λυθήτωσαν, ή υπό πλακός επλακώθησαν ή από πασσάλους, ή καρφιού
εκαρφώθησαν, ή διά βελόνης επέρασαν αυτά, λυθήτωσαν τήν ώραν ταύτην, ή
διά αργύρου, ή χρυσού, ή δί’ άλλου τινός μετάλλου εποίησαν τά πονηρά
έργα λυθήτωσαν τήν ώραν ταύτην, ή διά μαλλίου, ή βαμβακιού, ή μετάξης, ή
λινάρεως, ή κανάβεως, ή δί’ άλλου τινός χόρτου έδεσαν ταύτα λυθήτωσαν
τήν ώραν ταύτην, ή εις κράββατον κατέχωσαν αυτά λυθήτωσαν τήν ώρα
ταύτην, ή διά βρόχου, βούρλου ή άλλου τινός έδεσαν, λυθήτωσαν τήν ώραν
ταύτην, ή εν ύδατι εποίησαν αυτά ή κούφω ξύλω ή κοχλάζοντι ύδατι
άν έβρασαν αυτά λυθήτωσαν τήν ώραν ταύτην, ή εν αίματι ανθρώπου, ζώου, ή
πτηνού, ή ιχθύος ζώντων ή τεθνεώτων εποίησαν αυτά ως σύ, Κύριε
ο Θεός ημών γινώσκεις τούς τόπους καί τρόπους καί τούς ανθρώπους,
λυθήτωσαν τήν ώραν ταύτην καί διαρρηχθήτωσαν τά τής μαγείας έργα ένθα
κείνται, καί τόν μέν δούλον σου (όνομα πάσχοντος) διαφύλαξον σύν παντί
τώ Οίκω αυτού, τά δέ πονηρά έργα λυθήτωσαν καί απωλεσθήτωσαν καί ωσεί
καπνός εκλιπέτωσαν από τόν δούλον τού Θεού (όνομα πάσχοντος) εν ονόματι
τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος καί διά τής δόξης τού
Μεγάλου Θεού τού Ζώντος συντριβήτωσαν τή δυνάμει τού Τιμίου καί Ζωοποιού
Σταυρού πάσαι αί εναντίαι δυνάμεις, αναχωρησάτωσαν τά τής Μαγείας έργα καί απομακρυνθήτωσαν από τόν δούλον τού Θεού (όνομα πάσχοντος) μίλια 65 πρεσβείαις τών μαρτύρων καί πάντων τών Αγίων σου. Αμήν.
Δεόμεθά σου καί παρακαλούμεν σέ Κύριε Ιησού Χριστέ ο Θεός ημών ίνα
ελευθερώσης καί ζωώσης πάσαν ψυχήν πεπεδημένην καί τόν δούλον (όνομα
πάσχοντος) σύν παντί τώ Οίκω αυτού ομοίως καί τούς γράφοντας καί έχοντας
εν τώ Οίκω αυτών τήν προσευχήν μου αυτήν καί τούς βαστάζοντας αυτήν ως
φυλακτήριον αιώνιον, καί η δεξιά σου Κύριε είη αυτοίς σκέπη καί βοήθεια καί έστω διά παντός εν τώ οίκω αυτών χαρά καί αγαλλίασις.
Ναί, Κύριε, δεομένου σου επάκουσόν μου, ίνα οπού ευρίσκεται η
ευκτήριος καί ικετηρία αύτη ευχή μου λυθή καί ελευθερωθή πάς άνθρωπος
καί ο οίκος αυτού από κακής ώρας, από πάσης ασθενείας, παντός αφορισμού
τέ καί αναθέματος, από πάσης κατάρας, από πάσης οργής, εμποδίου,
δυσπραγίας, καταλαλιάς, γλωσσοφαγιάς, φθόνου, βασκανίας,
αμελείας, νωθρότητος, λαιμαργίας, αδυναμίας, βλακείας, ακρατείας,
αφροσύνης, υπερηφανείας, ασπλαγχνίας, αδικίας, αλαζονείας καί πάσης
πλάνης καί απάτης διά τό όνομά Σου τό Άγιον καί δεδοξασμένον εις τούς
Αιώνας Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου